Ancient Greek · ~4 min
Chapter 5
Athenagoras, Legatio sive Supplicatio pro Christianis 5
Not analysed yet
Καὶ ποιηταὶ μὲν καὶ φιλόσοφοι οὐκ ἔδοξαν ἄθεοι, ἐπιστήσαντες περὶ θεοῦ. Ὁ μὲν Εὐριπίδης ἐπὶ μὲν τῶν κατὰ κοινὴν πρόληψιν ἀνεπιστημόνως ὀνομαζομένων θεῶν διαπορῶν· Ὤφειλε δ᾿, εἴπερ ἔστ᾿ ἐν οὐρανῷ Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι. Ἐπὶ δὲ τοῦ κατ᾿ ἐπιστήμην νοητοῦ ὡς ἔχει νοῦς δογματίζων· Ὁρᾷς τὸν ὑψοῦ τόνδ᾿ ἄπειρον αἰθέρα Καὶ γῆν πέριξ ἔχονθ᾿ ὑγραῖς ἐν ἀγκάλαις; Τοῦτον νόμιζε Ζῆνα, τόνδ᾿ ἡγοῦ θεόν. Τῶν μὲν γὰρ οὔτε τὰς οὐσίας, αἷς ἐπικατηγορεῖσθαι τὸ ὄνομα συμβέβηκεν, ὑποκειμένας ἑώρα (Ζῆνα γάρ, ὅστις ἐστὶ Ζεύς, οὐκ οἶδα πλὴν λόγῳ) οὔτε τὰ ὀνόματα καθ᾿ ὑποκειμένων κατηγορεῖσθαι πραγμάτων. (Ὧν γὰρ αἱ οὐσίαι οὐχ ὑπόκεινται, τί πλέον αὐτοῖς τῶν ὀνομάτων;) Τὸν δὲ ἀπὸ τῶν ἔργων, ὄψει τῶν ἀδήλων νοῶν τὰ φαινόμενα ἀέρος, αἰθέρος, γῆς. Οὗ οὗν τὰ ποιήματα καὶ ὑφ᾿ οὗ τῷ πνεύματι ἡνιοχεῖται, τοῦτον κατελαμβάνετο εἶναι θεόν, συνᾴδοντος. τούτῳ καὶ Σοφοκλέους· Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, Ὃς οὐρανόν τ᾿ ἔτευξε καὶ γαῖαν μακράν, πρὸς τὴν τοῦ θεοῦ φύσιν τοῦ κάλλους τὰ ἐκείνου πληρουμένην ἑκάτερα, καὶ ποῦ δεῖ εἶναι τὸν θεὸν καὶ ὅτι ἕνα δεῖ εἷναι, διδάσκων.