Ancient Greek
Dfhg-Source dfhg3_ATHENODORUS_TARSENSIS
ATHENODORUS TARSENSIS, Fragmenta 1
Not analysed yet
Ἀγχιάλη, πόλις Κιλικίας, παραθα- λασσία τῇ Τάρσῳ καὶ Ζεφυρίῳ· ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρὸς, ὡς Ἀθηνόδωρος Περὶ τῆς αὐτοῦ πατρίδος γράφων, καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτολεμαίῳ βασιλεῖ. «Γίνεται δ ̓ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην [πρὸς] Ἀγχιαλέα τὸν παρακείμενον ποταμόν. Γεννᾷ δ ̓ υἱὸν Κύδνον, ἀφ ̓ οὗ ποταμὸς Κύδνος ἐν Ταρσῶ· ὁ δὲ Κύδνος υἱὸν Παρθένιον, ἀφ ̓ οὗ ἡ πόλις μετωνομάσθη Παρθενία. Μεταπεσόντος δὲ τοῦ ὀνόματος, Τάρσος ἐκλήθη.»