Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_ATHENODORUS_TARSENSIS
ATHENODORUS TARSENSIS, Fragmenta 3
Not analysed yet
Βασιλεύεται μὲν οὖν (sc. ἡ Πέτρα) ὑπό τινος ἀεὶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους· ἔχει δ ̓ ὁ βασιλεὺς ἐπίτροπον, τῶν ἑταίρων τινὰ καλούμενον ἀδελφόν· σφόδρα δ ̓ εὐνομεῖται. Γενόμενος γοῦν παρὰ τοῖς Πετραίοις Ἀθηνόδωρος, ἀνὴρ φιλόσοφος καὶ ἡμῖν ἑταῖρος, διηγεῖτο θαυμάζων. Εὑρεῖν γὰρ ἐπιδημοῦντας ἔφη πολλοὺς τῶν Ῥωμαίων, πολλοὺς δὲ καὶ τῶν ἄλλων ξένων· τοὺς μὲν οὖν ξένους ὁρᾶν κρινομένους πολλάκις, καὶ πρὸς τοὺς ἀλλήλους καὶ πρὸς τοὺς ἐπιχωρίους· τῶν δ ̓ ἐπιχωρίων οὐδένας ἀλλήλοις ἐγκαλοῦντας, ἀλλὰ τὴν πᾶσαν εἰρήνην ἄγοντας πρὸς ἑαυτούς.