Ancient Greek
4 to 5
ATHENODORUS TARSENSIS, Fragmenta 4-2-5
Not analysed yet
Γαιτοῦλοι, ἔθνος μέγιστον Λιβυκόν· τούτους Ἀθηνόδωρος Γαιτουλίους λέγει. Cf. Stephanus Byz. :Γάιτοῦλοι, ἔθνος Λιβύης. Ἀρτεμίδωρος Γαιτυλίους αὐτούς φησι. Ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ Ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς Ποσειδώνιον ἀναβαλλόμεθα καὶ Ἀθηνόδωρον, ἱκανῶς διακρατήσαντας τὸν περὶ τούτων λόγον (Posidon. fr. 93). Περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος. Ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῇ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ περὶ τὰς ἀμπώτεις ἔοικεν.