Ancient Greek
63.1
Atridarum Reditus, Fragmenta 63.1
Unproofread scanNot analysed yet
Ἀθηνᾶ Ἀγαμέμνονα καὶ Μενέλαον εἰς ἕριν καθίστησι περὶ τοῦ ἔκπλου. Ἀγαμέμνων μὲν οὖν τὸν τῆς Ἀθηνᾶς ἐξιλασόμενος χόλον ἐπιμένει, Διομήδης δὲ καὶ Νέστωρ ἀναχθέντες εἰς τὴν οἰκείαν1) διασῴζονται· μεθ᾽ οὓς ἐκπλεύσας ὁ Μενέλαος μετὰ πέντε νεῶν εἰς Αἴγυπτον παραγίνεται, τῶν λοιπῶν διαφθαρείσῶν νεῶν ἐν τῷ πελάγει. οἱ δὲ περὶ Κάλχαντα καὶ Λεοντέα καὶ Πολυποίτην πεζῇ πορευθέντες εἰς Κολοφῶνα Τειρεσίαν2) ἐνταῦθα τελευτήσαντα θάπτουσι. τῶν3) δὲ περὶ τὸν Ἀγαμέμνονα ἀποπλεόντων Ἀχιλλέως εἰδώλον ἐπιφανὲν πειρᾶται διακωλύειν προλέγον τὰ συμβησόμενα. εἴθ᾽ ὁ περὶ τὰς Καφηρίδας πέτρας δηλοῦται χειμὼν καὶ ἡ Αἴαντος φθορὰ τοῦ Λοκροῦ. Νεοπτόλεμος δὲ Θέτιδος ὑποθεμένης πεζῇ ποιεῖται τὴν πορείαν· καὶ παραγενόμενος εἰς Θρᾴκην Ὀδυσσέα καταλαμβάνει ἐν τῇ Μαρωνείᾳ, καὶ τὸ λοιπὸν ἄνυει τῆς ὁδοῦ, καὶ τελευτήσαντα Φοῖνικα θάπτει· αὐτὸς δὲ εἰς Μολοσσούς ἀφικόμενος ἀναγνωρίζεται Ἠλεί. ἔπειτα4) Ἀγαμέμνονος ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας ἀναιρεθέντος ὑπ᾽ Ὀρέστου5) καὶ Πυλάδου τιμωρία, καὶ Μενελάου εἰς τὴν οἰκείαν6) ἀνακομιδή.