Ancient Greek
1 to 2
AUTOCRATES, Fragmenta 1-2
Not analysed yet
Τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος, κατὰ τὴν Ἀνθέων χώραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν δευτέρῳ Ἀχαϊκῶν. Αὐτοκράτης δ ̓ ἐν τοῖς Ἀχαϊκοῖς καὶ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς περιστερὰν, ἐρασθέντα παρθένου Φθίας ὄνομα ἐν Αἰγίῳ.