Ancient Greek · ~5 min
ΑΥΤΟΛΥΚΟΥ ΠΕΡΙ ΕΠΙΤΟΛΩΝ ΚΑΙ ΔΥΣΕΩΝ ΤΟ Α., Προτάσεις.
Autolycus, De Ortibus et Occasibus 2
Not analysed yet
βʹ. Ἕκαστον τῶν ἀπλανῶν ἄστρων ἀπὶ ἑῴας φαινομένης ἐπιτολῆς ἑκάστης νυκτὸς ὁρᾶται ἐπιτέλλον μέχρι τῆς ἑσπερίας φαινομένης ἐπιτολῆς, ἐν ἄλλῳ δὲ χρόνῳ οὐθενί, καὶ ἔστιν ὁ χρόνος ἐν ᾧ ὁρᾶται τὸ ἄστρον ἐπιτέλλον ἐλάσσων ἡμίσους ἐνιαυτοῦ. Ἕστω ἐν κόσμῳ ὁρίζων κύκλος ὁ ΑΒΓ∠ ὁ δὲ τοῦ ἡλίου κύκλος θέσιν ἐχέτω ὡς τὴν ΑΕΓΖ, καί, τοῦ ἡλίου ἀνατέλλοντος κατὰ τὸ Α, ἄστρον τι τῶν ἀπλανῶν συνανατελλέτω τὸ ∠· τοῦ ἄρα ∠; ἄστρου ἐστὶν ἡ ἑῴα ἀληθινὴ ἐπιτολή. ὕστεραι δέ εἰσιν αἱ φαινόμεναι τῶν ἀληθινῶν. ἔστω δὴ τοῦ ∠ἄστρου ἡ φαινομένη ἑῴα ἐπιτολὴ τοῦ ἡλίου ὄντος πρὸς τῷ Ε. ὑποκείσθω δὴ πάλιν τοῦ ∠ἀνατέλλοντος ὁ ἥλιος δῦνων κατὰ τὸ Γ τοῦ ἄρα ∠ἄστρου ἐστὶν ἡ ἑσπερία ἀληθινὴ ἐπιτολή. πρότεραι δέ εἰσιν αἰ φαινόμεναι τῶν ἀληθινῶν. ἔστω οὖν τοῦ ∠ἄστρου ἡ ἑσπερία φαινομένη ἐσχάτη ἐπιτολὴ τοῦ ἡλίου ὄντος πρὸς τῷ H. τοῦ μὲν οὖν ἡλίου διαπορευομένου τὰς ΑE ΗΓ περιφερείας οὐ φαίνεται τὸ ∠ἄστρον ἐπιτέλλον, οὐδὲ μὴν τοῦ ἡλίου τὴν ΓΖΑ περιφέρειαν διαπορευομένου φανήσεται τὸ ∠ἄστρον ἐπιτέλλον· μόνην ἄρα τὴν Ε διαπορευομένου τοῦ ἡλίου φαίνεται τὸ ∠ἄστρον ἀνατέλλον. καὶ ἔστιν ὁ χρόνος ἐν ὁ ἥλιος τὴν ΕΗ περιφέρειαν διαπορεύεται ἐλάσσων ἡμίσους ἐνιαυτοῦ (ἐλάσσων γάρ ἐστιν ἡ ΕΗ περιφέρεια ἡμικυκλίου).