Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.102
Not analysed yet
Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης
οὐδʼ ὠμὸς οὐδὲ πάντα τῇ βίῃ χαίρων,
πρηῢς δὲ καὶ δίκαιος ὥς τις ἀνθρώπων.
ἐπὶ τῆς ἐκείνου φασί δὴ δυναστείης
τῶν ἀγρίων ἀγυρμὸς ἐγεγόνει ζῴων,
δίκας τε δοῦναι καὶ λαβεῖν παρʼ ἀλλήλων.
τὰ ζῷα πάντα δʼ ὡς ὑπέσχον εὐθύνας,
λύκος μὲν ἀρνί, πάρδαλις δʼ ἐπʼ αἰγάγρῳ,
ἐλάφῳ δὲ τίγρις, πάντα δʼ εἶχεν εἰρήνην,
ὁ πτὼξ λαγωὸς εἶπεν „ἀλλʼ ἐγὼ ταύτην
τὴν ἡμέρην ἀεί ποτʼ ηὐχόμην, ἥτις
καὶ τοῖς βιαίοις φοβερὰ τἀσθενῆ θήσει. “