Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.103
Not analysed yet
Λέων ἐπʼ ἄγρην οὐκέτι σθένων βαίνειν
(πολλῷ γὰρ ἤδη τῷ χρόνῳ, γεγηράκει)
κοίλης ἔσω σπήλυγγος οἷά τις νούσῳ
κάμνων ἐβέβλητʼ οὐκ ἀληθὲς ἀσθμαίνων,
φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων.
θηρῶν δʼ ἐπʼ αὐλὰς ἦλθεν ἄγγελος φήμη,
καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου,
ἐπισκοπήσων δʼ εἷς ἕκαστος εἰσῄει.
τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως
κατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει.
σοφὴ δʼ ἀλώπηξ ὑπενόησε, καὶ πόρρω
σταθεῖσα „βασιλεῦ, πῶς ἔχεις; “ἐπηρώτα.
κἀκεῖνος εἶπε „χαῖρε, φιλτάτη ζῴων.
τί δʼ οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ;
δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις
παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης. “
„σῴζοιο“ φησίν· „ἢν δʼ ἄπειμι, συγγνώσῃ·
πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει,
ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις. “