Ancient Greek · ~5 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.107
Not analysed yet
Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν·
ὁ δʼ οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων
τοιοῖσδε μύθοις ἱκέτευε τὸν θῆρα·
„ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρους
θηρῶντα νηδύν σαρκὶ τῇδε πιαίνειν·
μυὸς δὲ δεῖπνον οὐδʼ ἄκρων ἐπιψαῦσαι
χειλῶν ἅλις σῶν. ἀλλὰ λίσσομαι, φείδου.
ἴσως χάριν σοι τήνδε μικρὸς ὢν τίσω. “
γελάσας δʼ ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζώειν.
καὶ φιλαγρευταῖς ἐμπεσὼν νεηνίσκοις
ἐδικτυώθη καὶ σφαλεὶς ἐδεσμεύθη.
[κἀντεῦθεν ἀπεγνώκει ὁ θὴρ τὴν σωτηρίαν]
ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας,
στερρόν τʼ ὁδοῦσι βραχυτάτοις βρόχον κείρας
ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι
ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.
Μῦθος μέν, ὦ παῖ βασιλέως Ἀλεξάνδρου,
Σύρων παλαιῶν ἐστιν εὕρεμʼ ἀνθρώπων,
οἳ πρίν ποτʼ ἦσαν ἐπὶ Νίνου τε καὶ Βήλου.
πρῶτος δέ, φασίν, εἶπε παισὶν Ἐλλήνων
Αἴσωπος ὁ σοφός, εἶπε καὶ Λιβυστίνοις
λόγους Κυβίσσης. ἀλλʼ ἐγὼ νέῃ μούσῃ
δίδωμι, φαλάρῳ χρυσέῳ χαλινώσας
τὸν μυθίαμβον ὥσπερ ἵππον ὁπλίτην.
ὑπʼ ἐμοῦ δὲ πρώτου τῆς θύρης ἀνοιχθείσης
εἰσῆλθον ἄλλοι, καὶ σοφωτέρης μούσης
γρίφοις ὁμοίας ἐκφέρουσι ποιήσεις,
μαθόντες οὐδὲν πλεῖον ἢ ’μὲ γινώσκειν.
ἐγὼ δὲ λευκῇ μυθιάζομαι ῥήσει,
καὶ τῶν ἰάμβων τοὺς ὀδόντας οὐ θήγω,
ἀλλʼ εὖ πυρώσας, εὖ δὲ κέντρα πρηύνας,
ἐκ δευτέρου σοι τήνδε βίβλον ἀείδω.