Ancient Greek · ~4 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.106
Not analysed yet
Λέων ποτʼ ἀνδρῶν βίον ἄριστον ἐζήλου,
καὶ δὴ κατʼ εὐρὺν φωλεὸν διατρίβων,
ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω,
φιλοφρονεῖσθαι γνησίως ἐπειράθη.
πολὑς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων
θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη·
ὃ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων,
ἅδην τιθεὶς ἅπασι δαῖτα θυμήρη.
φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,
μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήκει.
γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων
κρεῶν τε συσσίτοισι διανέμων μοίρας·
ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης,
ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ,
ὅπερ εἶχεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ·
κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν.
καὶ δή ποτʼ αὐτὴν προσποιητὰ σιγῶσαν
δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν
λέων τίνʼ εἶχεν αἰτίην διηρώτα·
„κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθης·
φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον. “
ἣ δʼ εἶπεν „ὦ φέριστε θηρίων γέννης,
πολλῇ μερίμνῃ καρδίην διαξαίνω·
οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,
τὰ δʼ ἔπειτα“ φησί „προσκοπουμένη κλαίω.
καθʼ ἡμέρην γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλος
ξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι,
τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη. “
ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσας
εἶπεν ,,πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου· “