Ancient Greek
Book 1, Chapter 2, lines 1.2.109-1.2.110
Babrius, Fabulae Aesopeae 1.2.109-110
Not analysed yet
Μὴ λοξὰ βαίνειν· ἔλεγε καρκίνῳ μήτηρ,
„ὑγρῇ τε πέτρῃ πλάγια κῶλα μὴ σύρειν. “
ὃ δʼ εἶπε „μῆτερ ἡ διδάσκαλος, πρώτη
ὀρθὴν ἄπελθε, καὶ βλέπων σε ποιήσω. “
Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης
εἶπεν „τί χάσκεις; πάνθʼ ἕτοιμά σοι ποίει·
μετʼ ἐμοῦ γὰρ ἥξεις. “ἣ δὲ κέρκον οὐραίης
ἄρασά φησι ,,πάντʼ ἔχω· σύ βαρδύνεις. “