Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.111
Not analysed yet
Μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη,
τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους,
τούτους πρίασθαι, φορτίσας τε γενναίως
τὸν ὄνον κατῆγε. τῆς δʼ ὁδοῦ προκοπτούσης
ὤλισθεν ἄκων εἰς τι ῥεῖθρον ἐξαίφνης,
καὶ συντακέντων τῶν ἀλῶν ἐλαφρύνθη,
ῥᾴων δʼ ἀνέστη καὶ παρῆν ἀμοχθήτως
εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας,
πάλιν γομώσων τὸν ὄνον ἦγε καὶ πλείω
ἔτʼ ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας
διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρῴην,
ἑκὼν κατέπεσε, καὶ πάλιν γόμους τήξας
κούφως ἀνέστη, γαῦρος ὥς τι κερδήσας.
ὁ δʼ ἔμπορος μὲν ἐπενόησε καὶ πλείστους
σπόγγους κατῆγεν ὕστερον πολυτρήτους
ἐκ τῆς θαλάσσης, τοὺς δʼ ἅλας μεμισήκει.
ὁ δʼ ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ,
ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγων
διαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη,
βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις.