Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.13
Not analysed yet
Αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας
γεράνους σποραίων πολεμίας συνειλήφει.
τοῦτον πελαργὸς ἱκέτευε χωλεύων
(ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει)
„οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω.
πελαργός εἰμι (χἠ χρόη με σημαίνει),
πτηνῶν πελαργὸς εὐσεβέστατον ζῴων·
τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω.
κἀκεῖνος ,,ὦ πελαργέ, τίνι βίῳ χαίρεις,
οὐκ οἶδα“ φησίν· ,,ἀλλὰ τοῦτο γινώσκω,
ἔλαβόν σε σύν ταῖς ἔργα τἀμὰ πορθούσαις.
ἀπολῇ μετʼ αὐτῶν τοιγαροῦν, μεθʼ ὧν ἥλως. “