Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.12
Not analysed yet
Ἀγροῦ χελιδὼν μακρὸν ἐξεπωτήθη,
εὗρεν δʼ ἐρήμοις ἐγκαθημένην ὕλαις
ἀηδόνʼ ὀξύφωνον· ἡ δʼ ἀπεθρήνει
τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης.
ἐκ τοῦ μέλους δʼ ἔγνωσαν αἱ δύʼ ἀλλήλας,
καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν.
χἠ μὲν χελιδὼν εἶπε φιλτάτη, ζῴεις;
πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην.
ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων·
καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων.
ἀλλʼ ἔλθʼ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων·
σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις,
ὅπου γεωργοῖς, οὐχὶ θηρίοις ᾄσεις.
τί σε δροσίζει νῶτον ἔννυχος στίβη,
καὶ καῦμα θάλπει; πάντα δʼ ἀγρότιν σʼ ἥσει.
ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μὴ σίνου·
ὕπαιθρον ὕλην λεῖπε, καὶ παρʼ ἀνθρώποις
ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει. “
τὴν δʼ αὖτʼ ἀηδὼν ὀξύφωνος ἠμείφθη·
„ἔα με πέτραις ἐμμένειν ἀοικήτοις,
καὶ μή μʼ ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς.
μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω·
οἶκος δέ μοι πᾶς κἀπίμιξις ἀνθρώπων
λύπην παλαιῶν συμφορῶν ἀναξαίνει. “