Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.132
Not analysed yet
Ὄϊς μονήρη λύκον ἔφευγεν ἐξαίφνης
ἰδοῦσα, σηκοῦ δʼ ἐντὸς ἦλθεν ἀκλείστου·
θυσίη γὰρ ἦν τις κατὰ τύχην ἑορταίη.
ὁ λύκος δʼ ἔσω μὲν οὐ παρῆλθε τοῦ τείχους,
ἔξω δʼ ἐφεστὼς τὴν ὄϊν καθωμίλει
„ὁρᾷς“ λέγων τὸν βωμὸν αἵματος πλήρη;
ἔξελθε, μή τις συλλάβῃ σε καὶ θύσῃ. “
ἣ δʼ εἶπε „μή μου τῆς ἀσυλίης κήδου·
καλῶς ἔχει μοι· κἂν δὲ τοῦτο συμβαίνῃ,
θεοῦ γενοίμην σφάγιον ἢ λύκου θοίνη. “