Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.131
Not analysed yet
Νέος ἐν κύβοισιν οὐσίην ἀναλώσας
στολὴν ἑαυτῷ κατέλιπεν μίαν 〈μούνην〉,
χειμῶνος ὄντος μὴ πάθοι τι ῥιγώσας.
ἀλλʼ αὐτὸν ἡ χεὶρ ἐξέδυσε καὶ ταύτης.
πρὸ γὰρ εἴαρος λιποῦσα τὰς κάτω Θήβας
ἐφάνη χελιδὼν ἐκπεσοῦσα τῆς ὥρης·
ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης
„τί μοι περισσῶν“ εἶπε ,φαρέων χρείη;
ἰδοὺ χελιδὼν ἥδε· καῦμα σημαίνει·
ὡς δʼ εἶπεν, ἐλθὼν τοῖς κύβοισιν ὡμίλει
καὶ σμικρὰ παίξας τὴν στολὴν ἐνικήθη.
νιφετὸς δʼ ἐπῆλθε καὶ χάλαζα φρικώδης,
κροκύδος δὲ καινῆς πᾶσιν ἦν τότε χρείη.
γυμνὸς δʼ ἐκεῖνος τῆς θύρης ὑπεκκύψας
καὶ τὴν λάλον χελιδόνʼ αὖ κατοπτεύσας
πεσοῦσαν ὥσπερ στρουθίον τι τῷ ψύχει
„τάλαινα“ φησίν, „εἴθε μοι τότʼ οὐκ ὤφθης·
ὡς γὰρ σεαυτὴν κἀμὲ νῦν διεψεύσω. “