Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.134
Not analysed yet
Οὐρή ποτʼ ὄφεως οὐκέτʼ ἠξίου πρώτην
κεφαλὴν βαδίζειν οὐδʼ ἐφείπεθʼ ἑρπούσῃ·
„κἀγὼ γὰρ“ εἶπεν „ἐν μέρει προηγοίμην. “
τὰ λοιπὰ μέρεα δʼ εἶπεν· „ἦ σύ γʼ ἡγήσῃ;
πῶς, ὦ τάλαινα, χωρὶς ὀμμάτων ἥμας
ἢ ῥινὸς ἄξεις, οἷς ἕκαστα τῶν ζῴων
τὰ πορευτὰ βαίνει πάντα πόδα τʼ ἐπευθύνει; “
τὴν δʼ οὐκ ἔπειθε, τὸ φρονοῦν δʼ ἐνικήθη
τῷ μὴ φρονοῦντι· λοιπὸν ἦρχε τῶν πρώτων
τὤπισθεν, οὐρὴ δʼ ἡγεμὼν καθειστήκει
σύρουσα τυφλῇ πᾶν τὸ σῶμα κινήσει·
κοιλὸν δὲ πέτρης εἰς βάραθρον ἠνέχθη
καὶ τὴν ἄκανθαν ταῖς πέτραισι συντρίβει.
σαίνουσα δʼ ἱκέτευεν ἡ πρὶν αὐθάδης·
„δέσποινα κεφαλή, σῶσον, εἰ θέλεις, ἥμας·
κακῆς γὰρ ἔριδος σὺν κακοῖς ἐπειράθην·
εἰς πρῶτον οὖν μᾶλλόν με σοὶ καθιστάσῃ
ἐγὼ προσέξω“, φησί „μή ποτʼ ἀρχούσης
ἐμοῦ τι δόξῃς ὕστερον κακῶν κύρειν·