Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.135
Not analysed yet
Πέρδικά τις πριάμενος ἐντρέχειν οἴκῳ
ἀφῆκεν· ἡδέως γὰρ εἶχε τοῦ ζῴου.
κἀκεῖνος εὐθὺς κλαγγὸν ἐξ ἔθους ᾄδων
πᾶσαν κατʼ αὐλὴν ἄχρι βημάτων ᾔει.
γαλῆ πρὸς αὐτὸν ἡπίβουλος ὡρμήθη
καὶ πρῶτον εἶπε „τίς μὲν εἶ, πόθεν δʼ ἥκεις;
ὃ δʼ „ἠγόρασμαι“ φησί „προσφάτως πέρδιξ· “
„ἐγὼ χρόνον τοσοῦτον ἐνθαδὶ τρίβω
καὶ μʼ ἔνδον ἔτεκεν ἡ μυοκτόνος μήτηρ,
ἀλλʼ ἡσυχάζω καὶ πρὸς ἑστίην δύνω·
σὺ δʼ ἄρτι πως ὠνητός, ὡς λέγεις, ἥκων
παρρησιάζῃ“ φησί καὶ κατακρώζεις; “