Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.16
Not analysed yet
Ἄγροικος ἠπείλησε νηπίῳ τίτθη
κλαίοντι ,,παῦσαι, μή σε τῷ λύκῳ ῥίψω. “
ὁ λύκος δʼ ἀκούσας τήν τε γραῦν ἀληθεύειν
νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων,
ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη,
αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως
ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας.
λύκαινα δʼ αὐτὸν ἡ σύνοικος ἠρώτα
„πῶς οὐδὲν ἄρας ἦλθες, ὥσπερ εἰώθης; “
ὃ δʼ εἶπε „πῶς γάρ, ὃς γυναικὶ πιστεύω; “