Ancient Greek · ~1 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.17
Not analysed yet
Αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων,
ὡς θύλακός τις πασσάλων ἀπηρτήθη.
τὸν δʼ εἶδʼ ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν,
καὶ ταῦτʼ ἐκερτόμησεν ὀξὺ φωνήσας·
„πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη·
οὐδεὶς δʼ ὀδόντας εἶχε ζῶντος αἰλούρου. “