Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.177
Not analysed yet
Ποδῶν χελώνης κατεγέλα τε κἀργίης
λαγωός· ἣ δʼ ἔφη πρὸς αὐτὸν τοιαῦτα·
,,ἐγὼ σὲ τὸν ταχύποδα ποσσὶ νικήσω“.
ὃ δὲ λόγῳ μόνῳ, χελώνη,
λέγεις τοῦτο· ἀλλʼ ἔριζε καὶ γνώσῃ ʼ
,,τίς δὲ τὸν τόπον ὁρίσει“ ἔφη ,,καὶ βραβεύσει τὴν νίκην; “(e);
‘ἀλώπηξʼ ἔφη ‘ἡ δικαία καὶ σοφωτάτη. ʼ ἔταξε δὲ τὴν
ἀρχὴν τῆς ὥρας (e) τοῦ δρόμου· ἡ δὲ χελώνη μὴ ὁᾳθυμήσασα
ἤρξατο τῆς ὀδοῦ πρὸς τὸ αὑτῆς ἀφορῶσα δυσκίνητον·
ὁ δὲ λαγωὸς τοῖς ποσὶ θαρρῶν ἐκοιμήθη (e). ἐλθὼν δὲ ἐπὶ
τὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν.