Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.176
Not analysed yet
Ποτὲ ἀετὸς ἑάλω ὑπʼ ἀνθρώπου (e). τούτου δὲ
τὰ πτερὰ ὁ ἄνθρωπος εὐθέως κόψας (e)
ἀφῆκε μετὰ τῶν ὀρνέων
ἐν οἵκῳ (e?) εἶναι. ὃ δὲ ἦν κατηφὴς οὐδὲ ἤσθιεν ἐκ τῆς
λύπης· ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ (e). ἕτερος δέ τις
τοῦτον ὠνησάμενος
καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας
ἐποίησε πτερῶσαι· ὃ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας
ἤνεγκεν αὐτῷ δῶρον.
ἀλώπηξ δὲ ἰδοῦσα · ,,μὴ τούτῳ (e)
δίδου τὰ δῶρα“ φησίν ,,ἀλλὰ τῷ πρώτῳ,
ὅτι ὃ μὲν φύσει ἀγαθός ἐστιν· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου,
μήπως (e)
πάλιν λαβών σε τῶν πτερῶν ἐρημώσῃ. “