Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.184
Not analysed yet
Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη
ὡς ἀσθενῆ δὲ πάλιν ἔφευγεν ἐκ γαίης,
εἰς οὐρανὸν δʼ ἀνῆλθε καὶ δι ηρώτα
τὸν Δία, συνεῖναι πῶς χρέων σὺν ἀνθρώποις.
ὃ δʼ εἶπεν αὐτοῖς ,,πάντα μὴ μετʼ ἀλλήλων,
ἓν δὲ καθʼ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. “διὰ τοῦτο τὰ μὲν
κακὰ συνεχῆ τοῖς ἀνθρώποις ὡς πλησίον ὄντα ἐπέρχεται,
τὰ δὲ ἀγαθὰ βράδιον ἐξ οὐρανοῦ κατιόντα.