Ancient Greek · ~3 min
Book 1, Chapter 2, lines 1.2.189-1.2.206
Babrius, Fabulae Aesopeae 1.2.189-206
Not analysed yet
a Φάσις ποτʼ ἦλθε πᾶσι τοῖς τετραπόδοις
καύχημα κατέχουσα εἰς παίδων πλήθη.
καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες·
,,εἰπὲ καὶ σύ τοι, ὁπόσους παῖδας τίκτεις;”
ἣ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει·
,,σκύμνον μέν ἕνα, ἀλλὰ γενναῖον πάνυ. “
a Ἦν τις χαλκεὺς κυνάριον ἔχων· τούτου
χαλκεύοντος, τὸ κυνάριον ἐκοιμᾶτο·
καὶ αὖ πάλιν ἐσθίοντος, οὐχ ὁμοίως
ἐκοιμᾶτο οὗτος ἐπέρριψεν ὀστοῦν τι
λαλῶν· ,,ταλαίπωρον κυνάριον ὑπνῶδες,
τι σοι ποιήσω ὄκνῳ κατεχομένῳ;
ὅτε μὲν γὰρ τὸ ἀκμόνιόν προσκρούσω,
ἐπανακλίνεις σαυτὸν ἐπὶ κραββάτου·
ὅτε δὲ πάλιν τοὺς ὀδόντας κινήσω,
εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. “
Σοφῆς ἀράχνης ἱστὸν εὗρε κωλώτης
καὶ λεπτὸν ἐνέδυ φᾶρος ἐκτεμὼν τοίχου.
Εὐλαί
Στρουθὸς Λίβυσσα