Ancient Greek · ~1 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.27
Not analysed yet
Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσας
ἔπνιγεν ὑδάτων ἐν συναγκίῃ κοίλῃ.
τῆς δʼ αὖ λεγούσης „ὡς κακὴν χάριν τίνεις
ὧν ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,“
,ἐπιμαρτυρῶ σοι‘ φησίν· ,ἀλλὰ καὶ πάσας
ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους
κρεῶν τʼ ἀνεῳγὸς ἄγγος· ὥστε τεθνήξῃι
βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἥμας‘.