Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.26
Not analysed yet
Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην
ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ.
ὃ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων
ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων.
αἳ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας,
κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν,
ἕως ἐκεῖνος οὐκέθʼ ὡς πρὶν εἰώθει,
λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.
αἳ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν ἀλλήλαις
φεύγωμεν· ἐκραύγαζον „εἰς τὰ Πυγμαίων.
ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς
ἔοικεν, ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν. “