Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.31
Not analysed yet
Γαλαῖ ποτʼ εἶχον καὶ μύες πρὸς ἀλλήλους
ἄσπονδον ἀεὶ πόλεμον αἱμάτων πλήρη·
γαλαῖ δʼ ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης
ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην,
ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους,
ἀεὶ δʼ ἀτάκτως ὑπομένουσι κινδύνους.
εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ
γνώμῃ τʼ ἀρίστους, εἰς μάχην τε γενναίους,
οἳ σφᾶς ἐκόσμουν καὶ διεῖλον εἰς φρήτρας
λόχους τε καὶ φάλαγγας, ὡς παρʼ ἀνθρώποις.
ἐπεὶ δʼ ἐτάχθη πάντα καὶ συνηθροίσθη,
καί τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας,
οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων
κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις
ἡγοῦντο παντὸς ἐκφανέστατοι πλήθους,
πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει.
ἅλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις·
τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα
τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν,
Νίκη δʼ ἐπʼ αὐτοῖς καὶ τρόπαιον εἱστήκει,
γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.