Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.32
Not analysed yet
Γαλῇ ποτʼ ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ
δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ,
μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην,
καλῆς γυναικός, ἧς τίς οὐκ ἔχειν ἤρα;
ἰδὼν δʼ ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει)
γαμεῖν ἔμελλεν. ἠρμένου δὲ τοῦ δείπνου
παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου
καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη.
γάμου δὲ δαιτὴ ’λέλυτο, καὶ καλῶς παίξας
Ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.