Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.45
Not analysed yet
Ἔνιφεν ὁ Ζεύς· αἰπόλος δέ τις φεύγων
εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων
τὰς αἶγας ἁδρῇ χιόνι λευκανθιζούσας.
εὑρὼν δʼ ἐκεῖ τάχιον εἰσδεδυκυίας
αἶγας κερούχους ἀγρίας πολὺ πλείους
ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους,
ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης,
τὰς δʼ ἰδίας ἀφῆκε μακρὰ λιμώττειν.
ὡς δʼ ᾐθρίησε, τὰς μὲν εὗρε τεθνώσας,
αἳ δʼ οὐκ ἔμειναν, ἀλλʼ ὀρῶν ἀβοσκήτων
ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων.
ὁ δʼ αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους
αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰ κρείσσω
οὐκ ὤνατ’ οὐδʼ ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.