Ancient Greek · ~1 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.44
Not analysed yet
Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετʼ ἀλλήλων.
λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων,
ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν,
λόγοις δʼ ὑπούλοις διαβολαῖς τε συγκρούων
ἐχθροὺς ἐποίει, χωρίσας δʼ ἀπʼ ἀλλήλων
ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίην θοίνην.