Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.47
Not analysed yet
Ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως,
εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων
(ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν)
ἐκέλευσε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων
δεσμὴν ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην.
„πειρᾶσθε δή μοι, τέκνα, σὺν βίῃ πάσῃ
ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις·
οἳ δʼ οὐ γὰρ ἠδύναντο· „κατὰ μίαν τοίνυν
πειρᾶσθʼ. “ἑκάστης δʼ εὐχερῶς καταγείσης,
„ὦ παῖδες, οὕτως“ εἶπεν, „ἢν μὲν ἀλλήλοις
ὁμοφρονῆτε πάντες, οὐδʼ ἂν εἷς ὕμας
βλάψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ·
ἢν δ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην,
πείσεσθʼ ἕκαστος ταὐτὰ τῇ μιᾖ ῥάβδῳ. “