Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.48-1.2.49
Babrius, Fabulae Aesopeae 1.2.48-49
Not analysed yet
Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἱστήκει,
λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ
εἶπεν προσελθών „χαῖρε πρῶτον, Ἑρμεία·
ἔπειτ’ ἀλεῖψαι βούλομαί σε, μηδʼ οὕτω
θεὸν παρελθεῖν· καὶ θεὸν παλαιστρίτην. “
ὁ δʼ εἶπεν „ἤν μου τοῦτό μὴ ’πιλιχμήσῃς
τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς,
χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.
Εκάθευδε νύκτωρ ἐργάτης ὑπʼ ἀγνοίης
φρέατος ἐγγύς. τῆς Τύχης δʼ ἐπιστάσης
ἔδοξʼ ἀκούειν „οὗτος, οὐκ ἐγερθήσῃ,
μή σου πεσόντος αἰτίη παῤ ἀνθρώποις
ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην;
ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην,
ὅσ᾿ ἂν παῤ αὑτοῦ δυστυχῇ τις ἢ πίπτῃ. “