Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.59
Not analysed yet
Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις
ἤριζ’ Ἀθηνᾶ, τίς καλόν τι ποιήσει.
ποιεῖ μὲν ὁ Ζεύς ἐκπρεπέστατον ζῴων
ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις,
ὁ δʼ αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις
κριτὴς ὁ Μῶμος· ἔτι γὰρ ἐν θεοῖς ᾤκει.
κἀκεῖνος, ὡς πέφυκε πάντας ἐχθραίνων,
πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου,
τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεῖσθαι,
ὡς ἂν βλέπων ἔτυπτε· τοῦ δέ γʼ ἀνθρώπου.
μὴ σχεῖν θυρωτὰ μηδʼ ἀνοικτὰ τὰ στήθη,
ὡς ἂν βλέποιτο τῷ πέλας τι βουλεύοι·
τῆς οἰκίης δέ, μὴ τροχοὺς σιδηρείους
ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους τʼ ἄλλους
συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις,
καὶ τὸν πονηρὸν γείτονʼ ὥσθʼ ὑπεκφεύγειν