Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.58
Not analysed yet
Ζλεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας
ἔθηκεν αὐτὸν πωμάσας παρʼ ἀνθρώπῳ.
ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων
τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας,
διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους,
κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν.
μόνη δʼ ἔμεινεν ἐλπίς, ἣν κατειλήφει
τεθὲν τὸ πῶμα. τοιγὰρ ἐλπὶς ἀνθρώποις
μόνη σύνεστι, τῶν πεφευγότων ἥμας
ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.