Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.61
Not analysed yet
Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας,
ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας.
καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις,
χὠ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,
θήρην δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην,
τά τʼ εἶχον ἀντέδωκαν. εἶτα τὴν θήρην
ἤμειβον ἀεί, δεῖπνα δʼ εἶχον ἡδίω,
ἕως τις αὐτοῖς εἶπεν „ἀλλὰ καὶ τούτων
τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείῃ,
πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει. “