Ancient Greek · ~1 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.62
Not analysed yet
Ἡμίονος ἀργῆς χιλὸν ἐσθίων φάτνης
καὶ κριθιήσας ἐτρόχαζε κἀφώνει
τένοντα σείων „ἵππος ἐστί μοι μήτηρ,
ἐγὼ δʼ ἐκείνης οὐδὲν ἐν δρόμοις ἥττων. “
ἄφων δʼ ἔπαυσε τὸν δρόμον κατηφήσας·
ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη.