Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.72
Not analysed yet
Ἶρίς ποτʼ οὐρανοῖο πορφυρῆ κῆρυξ
πτηνοῖσι κάλλους εἶπεν ἐν θεῶν οἴκοις
ἀγῶνα κεῖσθαι· πᾶσι δʼ εὐθὺς ἠκούσθη,
καὶ πάντα θείων ἔσχεν ἵμερος δώρων.
ἔσταζε πέτρης αἰγὶ δυσβάτου κρήνη,
θερινόν τί θʼ ὕδωρ καὶ διαυγὲς εἰστήκει·
πάντων τʼ ἐπʼ αὐτὸ φῦλον ἦλθεν ὀρνίθων,
πρόσωπα δʼ αὐτῶν ἐξέλουε καὶ κνήμας,
ἔσειε ταρσούς, ἐκτένιζε τὰς χαίτας.
ἦλθεν δʼ ἐκείνην καὶ κολοιὸς εἰς κρήνην
γέρων, κορώνης υἱός, ἄλλο δʼ ἐξ ἄλλου
πτερὸν καθύγρων ἐντὸς ἁρμόσας ὤμων
μόνος τὰ πάντων ποικίλως ἐκοσμήθη,
καὶ πρὸς θεοὺς ἤιξεν αἰετοῦ κρείσσων.
ὁ Ζεὺς δʼ ἐθάμβει, καὶ παρεῖχε τὴν νίκην,
εἰ μὴ χελιδὼν αὐτὸν ὡς Ἀθηναίη
ἤλεγξεν ἑλκύσασα τὸ πτερὸν πρώτη.
ὃ δʼ εἶπεν αὐτῇ· „μύ με συκοφαντήσῃς. “
τὸν δʼ ἆρα τρυγὼν ἐσπάραττε καὶ κίχλη
καὶ κίσσα καὶ κορυδαλλὸς οὑν τάφοις παίζων,
χὠ νηπίων ἔφεδρος ὀρνέων ἵρηξ,
τά τʼ ἄλλʼ ὁμοίως. καὶ κολοιὸς ἐγνώσθη.