Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.71
Not analysed yet
Ἰδὼν γεωργὸς νῆα ναυτίλων πλήρη
βάπτουσαν ἤδη κῦμα κυρτὸν ἐκ πρῴρης
,,ὦ πέλαγος“ εἶπεν, „εἴθε μήποτʼ ἐπλεύσθης,
ἀνηλεὲς στοιχεῖον ἐχθρὸν ἀνθρώποις. “
ἤκουσε δʼ ἡ θάλασσα, καὶ γυναικείην
λαβοῦσα φωνὴν εἶπε „μή με βλασφήμει·
ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων,
ἄνεμοι δὲ πάντως, ὧν ἐγὼ μέση κεῖμαι.
τούτων δὲ χωρὶς ἢν ἴδῃς με καὶ πλεύσῃς,
ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης. “