Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.74
Not analysed yet
Ἵππος τε καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους
κάμνοντες ἦλθον οἰκίην ἐς ἀνθρώπου.
κἀκεῖνος αὐτοῖς τὰς θύρας ἀναπλώσας
παρῆγεν ἔνδον, καὶ παρʼ ἑστίῃ θάλψας
πυρὸς γεμούσῃ παρετίθει τι τῶν ὄντων,
κριθὰς μὲν ἵππῳ, λάθυρα δʼ ἐργάτῃ ταύρῳ·
ὁ κύων γὰρ αὐτῷ συντράπεζος εἰστήκει.
ξενίης δʼ ἀμοιβὴν ἀντέδωκαν ἀνθρώπῳ
μερίσαντες αὐτῷ τῶν ἐτῶν ἀφʼ ὧν ἔζων,
ὁ μὲν ἵππος εὐθύς· διόπερ ἐν χρόνοις πρώτοις
ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴν γνώμην·
ὁ δὲ βοῦς μετʼ αὐτόν· διόπερ εἰς μέσους ἥκων
μοχθεῖ φίλεργός ἐστιν ὄλβον ἀθροίζων.
ὁ κύων δʼ ἔδωκε, φασί, τοὺς τελευταίους·
διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας,
καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει,
ἀεὶ δʼ ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει.