Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.75
Not analysed yet
Ἰατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστῳ
πάντων λεγόντων „μὴ δέδιχθι, σωθήσῃ·
πάθος μέν ἐστι χρόνιον, ἀλλʼ ἔσῃ ῥᾴων,“
„ἕτοιμα δεῖ σε πάντʼ ἔχειν· ἀποθνῄσκεις.
οὐ συναπατῶ σε“ φησίν „οὐδʼ ἐνεδρεύω·
τὴν αὔριον γὰρ μακρὸν οὐχ ὑπερβήσῃ. “
ταῦτʼ εἶπε, καὶ τὸ λοιπὸν οὐκέτʼ εἰσῄει.
χρόνῳ δʼ ἐκεῖνος ἐκ νόσων ἀνασφήλας
προῆλθεν ὠχρός, τοῖς ποσὶν μόλις βαίνων.
ὁ δʼ ἰατρὸς αὐτῷ „χαῖῤ“ ἔφη συναντήσας,
καὶ πῶς ἔχουσιν οἱ κάτω διηρώτα.
κἀκεῖνος εἶπεν „ἠρεμοῦσι τῆς Λήθης
πίνοντες. ἡ Κόρη δὲ χὠ μέγας Πλούτων
πρῴην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν,
|ἐπὶ τῷ θεραπεύειν τοὺς νοσοῦντας ἀνθρώπους |
ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσʼ ἀποθνῃσκειν.
ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοις
καὶ σὲ γράφειν ἔμελλον· ἀλλʼ ἐγὼ δείσας
εὐθὺς προσῆλθον, ἡψάμην τε τῶν σκήπτρων,
κἀπώμοσʼ αὐτοῖς, ὅτι σὺ ταῖς ἀληθείαις
ἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης. “