Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.76
Not analysed yet
Ἱππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκει
ὁ πόλεμος, ἐκρίθιζε κἄτρεφεν χόρτῳ,
παραστάτην γενναῖον ἐν μάχαις κρίνων·
ἐπεὶ δʼ ἐπαύσατʼ, ἦν δὲ λοιπὸν εἰρήνη
καὶ μισθὸν ἱππεὺς οὐκέτʼ εἶχεν ἐκ δήμου,
τότʼ ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης
κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων,
μισθῷ τε φόρτον ἔφερεν ἄλλοτʼ ἀλλοῖον,
τὸ πνεῦμα σῴζων ἐπʼ ἀχύροισι δυστήνοις,
σάγην δὲ νώτοις ἔφερεν οὐκέθʼ ἱππείην.
ὡς δʼ αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη.
σάλπιγξ τʼ ἐφώνει πᾶσιν ἀσπίδα σμήχειν
ἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν,
κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας
ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων.
ὃ δʼ ἀκλάσας ἔπιπτεν οὐκέτʼ ἰσχύων.
„ἔντασσε πεζοῖς σαυτόν“ εἶπεν „ὁπλίταις·
σὺ γάρ μʼ ἀφʼ ἵππων εἰς ὄνους μεταστήσας
πῶς αὗθις ἵππον ἐξ ὄνου με ποιήσεις; “