Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.85
Not analysed yet
Κυσίν ποτʼ ἔχθρη καὶ λύκοις συνειστήκει.
κύων δʼ Ἀχαιὸς ᾑρέθη κυνῶν δήμῳ
στρατηγὸς εἶναι. καὶ μάχης ἐπιστήμων
ἔμελλεν ἐβράδυνεν. οἵ δʼ ἐπηπείλουν,
εἰ μὴ προάξῃ τὴν μάχην, ἐνεδρεύσειν.
„ἀκούσατʼ“ εἶπεν ,,οὗ χάριν διατρίβω,
τί δʼ εὐλαβοῦμαι· χρὴ δʼ ἀεὶ προβουλεύειν.
τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων
ἕν ἐστιν· ἡμῶν δʼ ἦλθον οἳ μὲν ἐκ Κρήτης,
οἳ δʼ ἐκ Μολοσσῶν εἰσιν, οἳ δʼ Ἀκαρνάνων,
ἄλλοι δὲ Δόλοπες. οἳ δὲ Κύπρον ἢ Θρᾴκην
αὐχοῦσιν, ἄλλοι δʼ ἄλλοθεν —τι μηκύνω;
τὸ χρῶμα δʼ ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις,
ἀλλʼ οἳ μὲν ἡμῶν μέλανες, οἳ δὲ τεφρώδεις,
ἔνιοι δὲ πυρροὶ καὶ διάργεμοι στήθη,
ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην
εἰς πόλεμον ἄρχειν· εἶπε τῶν ἀσυμφώνων
πρὸς τοὺς ὅμοια πάντʼ ἔχοντας ἀλλήλοις; “