Ancient Greek · ~2 min
Book 1, Chapter 2, lines 1.2.86-1.2.87
Babrius, Fabulae Aesopeae 1.2.86-87
Not analysed yet
Κοίλωμα ῥίζης φηγὸς εἶχεν ἀρχαί·
ἐν τῇ δʼ ἔκειτο ῥωγὰς αἰπόλου πήρη
ἄρτων ἑώλων πᾶσα καὶ κρεῶν πλήρης.
ταύτην ἀλώπηξ εἰσδραμοῦσα τὴν πήρην
ἐξέφαγε· γαστὴρ δʼ, ὥσπερ εἰκός, ὠγκώθη,
στενῆς δὲ τρώγλης οὐκέτʼ εἶχεν ἐκδῦναι.
ἑτέρη δʼ ἀλώπηξ ὡς ἐπῆλθε κλαιούσῃ,
σκώπτουσα „μεῖνον“ εἶπεν „ἄχρι πεινήσῃς·
οὐκ ἐξελεύσῃ πρότερον ἄχρι τοιαύτην
τὴν γαστέρα σχῇς, ἡλίκην ὅτʼ εἰσῄεις. “
Κύων λαγωὸν ἐξ ὄρους ἀναστήσας
ἐδίωκε· δάκνων αὐτὸν εἰ κατειλήφει,
μεταστραφείς τʼ ἔσαινεν ὡς φίλῳ ψαύων.
ὁ λαγωός ,,ἀπλοῦν“ εἶπε ,θηρίον γίνου.
φίλος εἶ· τί δάκνεις; ἐχθρὸς εἶ· τί οὖν σαίνεις; “