Ancient Greek
Book 1, Chapter 2, lines 1.2.95.49-1.2.95.97
Babrius, Fabulae Aesopeae 1.2.95.49-97
Not analysed yet
ἣ δʼ εἶπε κινήσασα βυσσόθεν γνώμην·
„χαλεπὸν κελεύεις, ἀλλʼ ὅμως ὑπουργήσω. “
καὶ δὴ κατʼ ἴχνος ὡς σοφὴ κύων ᾔει,
πλέκουσα τέχνας καὶ πανουργίας πάσας,
ἀεὶ δʼ ἕκαστον ποιμένων ἐπηρώτα
μή πού τις ἔλαφος ᾑματωμένη φεύγει.
τὴν δʼ ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει,
ἕως ποθʼ εὗρεν ἐν κατασκίῳ χώρῳ
δρόμων ἀναψύχουσαν. ἣ δʼ ἀναιδείης
ὀφρὺν ἔχουσα καὶ μέτωπον εἰστήκει.
ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας,
χολὴ δʼ ἐπέζει καρδίην, ἔφη δʼ οὕτως·
„ἀλλʼ ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις,
ἤν μοι προσέλθῃς καὶ γρύσαι τι τολμήσῃς.
ἄλλους ἀλωπέκιζε τοὺς ἀπειρήτους,
ἄλλους δὲ βασιλεῖς αἱρέτιζε καὶ ποίει. “
τῆς δʼ οὐκ ἐτρέφθη θυμός, ἀλλʼ ὑποβλήδην
,οὕτως ἀγεννής“ φησί „καὶ φόβου πλήρης
πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις;
ὁ μὲν λέων σοι συμφέροντα βουλεύσων
μέλλων τʼ ἐγείρειν τῆς πάροιθε νωθείης
ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνῄσκων·
ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν,
ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις·
σὺ δʼ οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου,
βίῃ δʼ ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης.
καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται·
λίην ἄπιστον πειράσας σε καὶ κούφην
βασιλῆά φησι τὸν λύκον καταστήσειν.
οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;
ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ.
ἀλλʼ ἐλθέ καὶ τὸ λοιπὸν ἴσθι γενναίη,
μηδʼ ἐπτόησο, πρόβατον οἷον ἐκ ποίμνης.
ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας,
οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν,
ὡς οὐδὲν ὁ λέων ἐχθρός, ἀλλʼ ὑπʼ εὐνοίης
τίθησι πάντων κυρίην σε τῶν ζῴων. “
τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην
ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην.
ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη,
λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην,
σάρκας λαφύσσων, μυελὸν ὀστέων πίνων
καὶ σπλάγχνα δάπτων· ἡ δʼ ἀγωγὸς εἱστήκει
πεινῶσα θήρης, καρδίην δὲ νεβρείην
λάπτει πεσοῦσαν ἁρπάσασα λαθραίως,
καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει.
λέων δʼ ἕκαστον ἐγκάτων ἀριθμήσας,
μόνην ἀπʼ ἄλλων καρδίην ἐπεζήτει,
καὶ πᾶσαν εὐνήν, πάντα δʼ οἶκον ἠρεύνα.