Ancient Greek · ~7 min
Book 1, Chapter 2, lines 1.2.95.1-1.2.95.48
Babrius, Fabulae Aesopeae 1.2.95.1-48
Not analysed yet
Λέων νοσήσας ἐν φάραγγι πετραίῃ
ἔκειτο νωθρὰ γυῖα γῆς ἐφαπλώσας,
φίλην δʼ ἀλώπεκʼ εἶχεν προσωμίλει.
ταύτῃ ποτʼ εἶπεν „εἰ θέλεις με σὺ ζῴειν —
πεινῶ γὰρ ἐλάφου τῆς ὑπʼ ἀγρίαις πεύκαις
κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης,
καὶ νῦν διώκειν ἔλαφον οὐκέτʼ ἰσχύω·
σὺ δʼ ἢν θελήσῃς, χεῖρας εἰς ἐμὰς ἥξει
λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις· “
ἀπῆλθε κερδώ, τὴν δʼ ὑπʼ ἀγρίαις ὕλαις
σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης.
προσέκυσε δʼ αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν
προσεῖπε, χρηστῶν τʼ ἄγγελος λόγων ἥκειν.
„ὁ λέων“ ἔφασκεν „οἶσθας, ἔστι μοι γείτων,
ἔχει δὲ φαύλως, κἀγγύς ἐστι τοῦ θνήσκειν.
τίς οὖν μετʼ αὐτὸν θηρίων τυραννήσει,
διεσκοπεῖτο· σῦς μέν ἐστιν ἀγνώμων,
ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης,
τίγρις δʼ ἀλαζὼν καὶ τὸ πᾶν ἐρημαίη.
ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνω·
γαύρη μὲν εἶδος, πολλὰ δʼ εἰς ἔτη ζῴει,
κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει,
δένδροις ὅμοιον, κοὐχ ὁποῖα τῶν ταύρων.’
τί σοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης,
μέλλεις τʼ ἀνάσσειν θηρίων ὀρειφοίτων.
τότʼ ἂν γένοιτο τῆς ἀλώπεκος μνήμη,
δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης.
ταῦτʼ ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω
πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσῃ —
χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις —·
δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης
κεφαλῆς ἀκούεις. ἔπρεπέ σοι παρεδρεύειν
ἐλθοῦσαν αὐτῷ καὶ πονοῦντα θαρσύνειν.
τὰ μικρὰ πείθει τοὺς ἐν ἐσχάταις ὥραις·
ψυχαὶ δʼ ἐν ὀφθαλμοῖσι τῶν τελευτώντων. “
ὣς εἶπε κερδώ. τῆς δʼ ὁ νοῦς ἐχαυνώθη
λόγοισι ποιητοῖσιν, ἦλθε δʼ εἰς κοίλην
σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ᾔδει.
λέων δʼ ἀπʼ εὐνῆς ἀσκόπως ἐφορμήσας
ὄνυξιν οὔατʼ ἐσπάραξεν ἀκραίοις,
σπουδῇ διωχθείς· τὴν δὲ φύζα δειλαίην
θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας.
κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις,
ἐπεὶ πόνος μάταιος ἐξανηλώθη.
κἀκεῖνος ἐστέναξε τὸ στόμα βρύχων
(ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη),
πάλιν δὲ κερδὼ καθικέτευε φωνήσας
ἄλλον τινʼ εὑρεῖν δεύτερον δόλον θήρης.