Ancient Greek · ~2 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.97
Not analysed yet
Λέων ποτʼ ἐπεβούλευεν ἀγρίῳ ταύρῳ,
καὶ προσποιηθεὶς μητρὶ τῶν θεῶν θύειν,
τὸν ταῦρον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον ἠρώτα.
κἀκεῖνος ἥξειν εἶπεν οὐχ ὑποπτεύσας.
ἐλθὼν δὲ καὶ στὰς ἐπὶ θύραις λεοντείοις
ὡς εἶδε θερμοῦ πολλὰ χαλκία πλήρη,
σφαγίδας, μαχαίρας βουδόρους νεοσμήκτους,
πρὸς τῇ θύρῃ δὲ μηδέν, ἀλλὰ δεσμώτην
ἀλεκτορίσκον, ᾤχετ᾿ εἰς ὄρος φεύγων.
ἐμέμφεθʼ ὁ λέων ὕστερον συναντήσας.
ὃ δʼ „ἦλθον“ εἶπε καὶ τὸ σύμβολον δώσω·
οὐκ ἦν ὅμοιον τὸ θύμα τῷ μαγειρείῳ. “