Ancient Greek · ~3 min
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.98
Not analysed yet
Λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίης
παρὰ πατρὸς ἐμνήστευε. τῷ δʼ ὁ πρεσβύτης
οὐδέν τι δύσνουν οὐδʼ ὕπουλον ἐμφήνας
„δίδωμι γῆμαι“ φησί, καὶ διδοὺς χαίρω·
τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει;
φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων·
σὺ δʼ ἡλίκους μὲν ὄνυχας, ἡλίκους δʼ ἥμιν
φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει
ἀφόβως περιλαβεῖν; τίς δʼ ἰδοῦσα μὴ κλαύσῃ;
πρὸς ταῦτα δὴ σκόπησον εἰ γάμου χρῄζεις,
μηδʼ ἄγριος θὴρ ἀλλὰ νυμφίος γίνου. “
ὃ δὲ πτερωθεὶς τῇ δόσει τε πιστεύσας
ἐξεῖλε τοὺς ὀδόντας, εἶθʼ ὑπὸ σμίλης
ἀπωνυχίσθη, τῷ τε πενθερῷ δείξας
τὴν παῖδʼ ἀπῄτει. τὸν δʼ ἕκαστος ἠλοία
ῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων.
ἔκειτο δʼ ἀργὸς ὥσπερ ὗς ἀποθνῄσκων,
γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμην
σοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώποις
ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων.