Ancient Greek · ~7 min
Book 3, I Ignatii Diaconi eiusque imitatorum tetrasticha iambica., lines 3.1-3.11
Babrius, Fabulae Aesopeae 3.1-11
Not analysed yet
νδρὸς ποσὶ ν πατεῖτο πέτρινος λέων.
καί τις λέοντί φησι ,,τὴν ἰσχὺν βλέπεις; “
ἀλλʼ εἰ λέοντες“ εἶπεν ,,ᾔδεισαν γλύφειν,
πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπους λίθους. “
Ἔθνει γεράνων πῆξέ τις σπορεὺς πάγην,
μεθʼ ὧν πελαργὸν εἷλεν· ὃς θρήνει μέγα.
ἔφη δʼ ἀροτρεύς ,,ὡς φίλος μὲν εἶ, λέγω·
ἀλλʼ ἡ πάγη λαβοῦσα σὺν κακοῖς σ’ ἔχει. “
Κλοιῷ λύκος πάχιστον εἰσορῶν κύνα
δήσας τίς ἐξέθρεψε τοῦτον ὧδ᾿; “ἔφη.
,,κυνηγός. “,,ἀλλὰ τοῦτο μὴ πάθοι λύκος·
ἐμοὶ φίλος λιμὸς γὰρ ἢ κλοιοῦ βάρος. “
Λέοντος ὑπνώττοντος αὐχένος μέσον
διέδραμεν μῦς· ὃς δʼ ἀνέστη συντόμως.
γελᾷ δʼ ἀλώπηξ· καὶ λέων ἀπεκρίθη
,οὐ μῦν πτοοῦμαι, τὴν ὁδὸν δʼ ἀνατρέπω·
Λέων μάχην ἔστησε πρὸς ποτῷ κάπρῳ,
γῦπες δὲ θηρῶν ἐσκόπευον τὴν ἔριν,
βρῶσιν τὸν ἡττηθέντα ποιῆσαι τάχα·
φίλους δʼ ὁρῶντες ἠστόχουν τῶν ἐλπίδων.
Ἤιτει τροφὴν μύρμηκα τέττιξ ἐν κρύει.
μύρμηξ πρὸς αὐτὸν εἶπε ,,πῶς γὰρ οὐκ ἔχεις; “
ὡς ἐν θέρει“ προσεῖπεν ,,ᾖδον ὀξέως. “
,,χειμῶνος ὀρχοῦ“ φησί, ,,μὴ τροφῆς ἔρα· “
Τράγῳ προσεῖπεν ἄμπελος ,,βλάπτεις σύ με
κείρων τὰ φύλλα· μὴ γὰρ οὐκ ἔστι χλόη;
ὅσον δʼ ἄρʼ ἄν βλάψειας, εὑρήσω τάχα
πρὸς θυσίαν σὴν εἰς θεοὺς οἶνον βλύσαι.
Μῦς ἔκφερεν μῦν, ἔργον ὄντʼ ἀσιτίας·
οὓς χαλκέες βλέποντες ἔστασαν γέλων.
ὁ μῦς δʼ ἔτι ζῶν εἶπε ,,μεστοὶ δακρύων,
ὡς οὐδὲ μῦν δύνασθε κἂν τρέφειν ἕνα.
Φέρων κύων τις πλησίον ῥείθρου κρέας
κύψας ἑαυτὸν ἄλλον εἰς ὕδωρ βλέπει.
χανὼν δὲ λοιπὸν τοῦ κάτω λαχεῖν κρέως,
ἀπεστέρητο παντός, οὗπερ ἐκράτει.
Ἀνδρὸς πόθον μετῆξεν εἰς δούλην Κύπρις.
ἣ δʼ αὖ γʼ ἐτίμα τὴν θεὰν καθʼ ἡμέραν,
ἕως καθʼ ὕπνους φησὶ ,,μὴ τίμα σύ με·
τὸν ἄνδρα πημαίνω γάρ, οὐ ποθῶ σέ γε. “
Ὁμόφρονες νέμοντο τρεῖς ὁμοῦ βόες,
οὓς οὐδὲ θὴρ ἔβλαπτε πολλάκις λέων.
ἔχθρας δὲ μίσει καὶ λόγοις διασχίσας
ἕκαστον οἶον ἐκβέβρωκεν ἀθλίως.