Ancient Greek · ~7 min
Book 3, I Ignatii Diaconi eiusque imitatorum tetrasticha iambica., lines 3.12-3.23
Babrius, Fabulae Aesopeae 3.12-23
Not analysed yet
Γάμοις ἔχαιρον βάτραχοι τοῖς Ἡλίου.
καί τις πρὸς αὐτοὺς εἶπεν ,,ὦ δειλὸν γένος·
εἰ γὰρ μόνου τρέμοιμεν αὐγὰς Ἡλίου,
τίς, εἴγε τεκνώσειε, τοῦτον βαστάσοι; “
Κυρτὴ θεὸν κάμηλος ἐζήτει κέρας,
ἣν ἐξεμυκτήριζε τῆς δυσβουλίας.
σιμοῖ δὲ ταύτης λοιπὸν ὦτα καὶ κάραν,
ὡς ἄν γε παντάπασιν αἰσχίστη πέλῃ.
Πηγαῖς ἑαυτοῦ προσβλέπων δορκὸς θέαν
λεπτοὺς πόδας μωμεῖτο, χαῖρε δʼ εἰς κέρας
ὕλης δὲ τὸν λέοντα φεύγων ἐκ μέσης
θνήσκει πεδηθεὶς οἷς ἔχαιρεν εἰς μάτην.
Τυρὸν κόραξ ἔδακνε, κερδὼ δʼ ἠπάτα
,,εἰ γλῶσσαν εἶχες, Ζηνὸς ἦς ὄρνις μέγας. “
ὁ νήπιος δʼ ἔκραζεν, ἣ δʼ εἷλεν †τυρόν.
,,ἔχεις, κόραξ, ἅπαντα, νοῦν κτῆσαι δ᾿ “ἔφη.
Κάμνουσαν ὄρνιν εἶδεν αἴλουρος νόσῳ.
πρὸς ἣν ἔφησε ,,πῶς ἔχεις τὰ τῆς νόσου; “
τρέμουσα δʼ εἶπεν ,,εἰ παρέλθοις μακρόθεν,
ζωὴν ὑπέλθω δορκάδων ὑπερτέραν. “
Ἔθαλπέ τις γεωργὸς ἐν κόλποις ὄφιν
ὥρᾳ κρύους· ἐπεὶ δὲ θέρμης ᾔσθετο,
ἔπληξε τὸν θάλψαντα, καὶ κτείνει τάχος.
οὕτω κακοὶ ποιοῦσι τοῖς εὐεργέταις.
Ὡς ἀκρίδας θήρευε παῖς τις, σκορπίῳ
χεῖρα πρότεινεν· ὃς δὲ ,,μὴ ψαύσῃς“ ἔφη·
,,ὡς εἴγε μου ψαύσειας, ἐκ κόλπων στένων
καὶ τὰς ἀληθεῖς ἐκκενώσεις ἀκρίδας. “
Φέρων λέοντος δέρμα τοῖς ὤμοις ὄνος
ηὔχει λέων εἶναί τις, αἰπόλους τρέπων.
ἐπεὶ δὲ γυμνὸς τῆς λεοντῆς εὑρέθη,
τοῦτον μυλὼν ἔμνησε τῆς ἀταξίας.
Μάχην λέων συνῆπτεν ἀνδρὶ τοξότῃ.
βέλει τυπεὶς δὲ θηροὶν εἶπε τοιάδε·
,,εἰ δὴ προπομποὺς εὐπορεῖ τοίους ὅγε,
τίς αὐτὸς εἴη συστάδην ὡρμημένος; “
Ὀδοῦσιν ἧλον εἷλεν ἐξ ὄνου λύκος,
αἰτῶν δὲ μισθὸν πλήττεται λὰξ τὴν γένυν.
λύκος δέ φησιν ,,πῶς μάγειρος ὢν πάλαι
ἰατρικῆς μετῆλθον ἔργ’ ἀναξίως; “
Πᾶσιν πέφυκε θηρσὶ καὶ πτηνοῖς μάχη.
ἥλω Λίβυσσα στρουθός, ἣ τούσδʼ ἐπλάνα
εἶναι μὲν ὄρνις, ἐκ μέρους δὲ θηρίον,
πτηνοῖς κάραν δεικνῦσα, τοῖς θηρσὶν πόδας.
Κερδὼ βότρυς βλέπουσα μακρῆς ἀμπέλου
εἰς ὕψος ἦρτο καὶ καμοῦσα πολλάκις
ἑλεῖν ἀπεῖπε· πρὸς δʼ ἑαυτὴν ταῦτʼ ἔφη·
,μὴ κάμνε· ῥᾶγες ὀμφακίζουσιν μάλα. “